Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.213 Joseph. AJ 14.217 (English) >>Joseph. AJ 14.221

14.215καὶ γὰρ Γάιος Καῖσαρ ἡμέτερος στρατηγὸς καὶ ὕπατος ἐν τῷ διατάγματι κωλύων θιάσους συνάγεσθαι κατὰ πόλιν μόνους τούτους οὐκ ἐκώλυσεν οὔτε χρήματα συνεισφέρειν οὔτε σύνδειπνα ποιεῖν. 14.216ὁμοίως δὲ κἀγὼ τοὺς ἄλλους θιάσους κωλύων τούτοις μόνοις ἐπιτρέπω κατὰ τὰ πάτρια ἔθη καὶ νόμιμα συνάγεσθαί τε καὶ ἑστιᾶσθαι. καὶ ὑμᾶς οὖν καλῶς ἔχει, εἴ τι κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων ψήφισμα ἐποιήσατε, τοῦτο ἀκυρῶσαι διὰ τὴν περὶ ἡμᾶς αὐτῶν ἀρετὴν καὶ εὔνοιαν. 14.217

Μετὰ δὲ τὸν Γαΐου θάνατον Μᾶρκος Ἀντώνιος καὶ Πόπλιος Δολαβέλλας ὕπατοι ὄντες τήν τε σύγκλητον συνήγαγον καὶ τοὺς παρʼ Ὑρκανοῦ πρέσβεις παραγαγόντες διελέχθησαν περὶ ὧν ἠξίουν καὶ φιλίαν πρὸς αὐτοὺς ἐποίησαν, καὶ πάντα συγχωρεῖν αὐτοῖς σύγκλητος ἐψηφίσατο ὅσων τυγχάνειν ἐβούλοντο. 14.218παρατέθειμαι δὲ καὶ τὸ δόγμα, ὅπως τὴν ἀπόδειξιν τῶν λεγομένων ἐγγύθεν ἔχωσιν οἱ ἀναγινώσκοντες τὴν πραγματείαν. ἦν δὲ τοιοῦτον· 14.219

Δόγμα συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν δημοσίων τῶν ταμιευτικῶν Κοΐντω Ῥουτιλίω Κοΐντω Κορνηλίω ταμίαις κατὰ πόλιν, δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.213 Joseph. AJ 14.217 (English) >>Joseph. AJ 14.221

Powered by PhiloLogic